Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλενταεἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας·τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμοςκἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸνχᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶΧάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράνανεὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰναἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον,χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμαἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίτανἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νινἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει.ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιοκνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον,ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλοςζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίωδεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼςὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶνλανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιοπᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντεςσυριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσινἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνειἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζεινἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροιἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντιὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς—βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντιπάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸνΣικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν