Δάφνιν· ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα.καὶ γὰρ ἔμʼ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷκριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις;φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖτυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστατὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶνἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα.ἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώναπρὸς ῥόδα, τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει.οὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὁμομαλίδες· αἱ μὲν ἔχοντιλυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί.κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσανἐκ τᾶς ἀρκεύθω καθελών· τηνεῖ γὰρ ἐφίσδει.ἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξωτὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.σίττʼ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε,ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;τουτεῖ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς ὁ Φάλαρος.ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει,ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,μή μευ λωβασεῖσθε τὰς ἀμπέλος· ἐντὶ γὰρ ἧβαι.τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω·οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς.μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνοςαἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδασῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.ἦ οὐ μέμνᾳ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼςεὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;τοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσαςΕὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γʼ ἴσαμι.ἦ δή τις Μόρσων πικραίνεται· ἢ οὐχὶ παρῄσθευ;