……ἀλλὰ γὰρ ἕρφʼ ὧδʼ, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος,ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι·ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δʼ ἐπὶ δένδρειὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοίατᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις.ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς,αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαιταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις.στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτοςταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖςκαὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶνδέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν.στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας.αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ·τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμετίς κρινεῖ; αἴθʼ ἔνθοι πόθʼ ὁ βουκόλος ὧδʼ ὁ Λυκώπας.οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκαςτήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων.βωστρέωμες.τὺ κάλει νιν.ἴθʼ ὦ ξένε μικκὸν ἄκουσοντεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείωνβουκολιαστάς ἐστι. τὺ δʼ ὦ φίλε μήτʼ ἐμὲ Μόρσωνἐν χάριτι κρίνῃς, μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς.ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳτὸ πλέον ἰθύνῃς, μήτʼ ὦν τύγα τῷδε χαρίξῃ.ἅδέ τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα.μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτααἴτʼ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί.βέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύωκοὐδὲν καυχέομαι· τὺ δʼ ἄγαν φιλοκέρτομος ἐσσί.εἶα λέγʼ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθιςζῶντʼ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα.ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν