σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν.κἠγὼ μὰν κνίζω Μόρσων τινά· καὶ τὺ δὲ λεύσσεις.ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα.Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθιοἴνῳ πορφύροις, τὰ δέ τʼ οἴσυα καρπὸν ἐνείκαι.ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρονἁ παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται.ταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτειαφέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.οὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλησετῶν ὤτων καθελοῖσʼ, ὅκά οἱ τὰν φάσσαν ἔδωκα.ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷτὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλησεν.οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν,οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ ὦ τάλαν ἐσσὶ φιλεχθής.παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάταδωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσαςταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκωννῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶκὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκʼ ἤδηἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμεπάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖςτᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαιταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν,αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.