αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρταφεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν.οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτετόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρταἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνιἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;τάν μοι ἔδωκε Λύκων ὠλεύθερε. τὶν δὲ τὸ ποῖονΛάκων ἀγκλέψας πόκʼ ἔβα νάκος; εἰπὲ Κομάτα·οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν.τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσεταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευβασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκωντὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήναςτᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν.οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὠγαθὲ Νύμφας,αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν.ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν—ἔστι μὲν οὐδὲνἱερόν—ἀλλά γε τοι διαείσομαι, ἕστέ κʼ ἀπείπῃς.ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖταιὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν.-ἔρισδε.καὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν;τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσαςαἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν;ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοιὥριφος ἰσοπαλής, τυῖδʼ ὁ τράγος οὗτος. ἔρισδε.μὴ σπεῦδʼ· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇτεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται· ὧδε πεφύκειποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.ἀλλʼ οὔ τι σπεύδω· μέγα δʼ ἄχθομαι, εἰ τύ με τολμῇςὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόνταπαῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ ἁ χάρις ἐς τί ποθʼ ἕρπει.θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.καὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσαςμέμναμʼ; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως.