εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα;οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν;οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων.καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω.κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μῆλα.πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.δειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον.ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπταιτὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ;οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύωκαὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεντοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντιτᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος.καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγωνεἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα.οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπωνδῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος—καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκταςΑἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξαςτᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκεςμακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.ὦ χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσαςλασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.