μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάνταὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα.τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπουςἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης.τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύωνοὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύωνἘνδυμίων, ζαλῶ δὲ φίλα γύναι Ἰασίωνα,ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι.Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω,κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται.ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.