Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγεςβόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει.Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλημένε, βόσκε τὰς αἶγας,καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαντὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρονπαρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς;ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον,ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ.θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμανἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαντὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ.νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίναςμαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτραφε μάτηρ,ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυνύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλήσω.ἔστι καὶ ἐν κενεοῖσι φιλήμασιν ἁδέα τέρψις.τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσωἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.—Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;—τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς·καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲντὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρωςαἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶαὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς,καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,