ᾔδει δʼ, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί,οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς·νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως.Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες.Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππουςδείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλαἐκ βοτάνης ἀνιόντα μετʼ αὐλία τε σηκούς τε.αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαιςἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα,ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσεἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο·τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων,οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδειἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις·τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει.πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοιληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί),μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησανεἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο.ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντωνεἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου·ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσικωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν·ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵειπινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος,ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν,ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλουςἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆοςὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸνἈμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνονεἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπειἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων,οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον,ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα