ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός.Ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶνεἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταιςδήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας,ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης,ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην.ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς·Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις,ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ,χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖςκτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν·ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιναὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσωαὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα,δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι·ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο,σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός.τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν,ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν.θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλοςἈμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέρονταἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρωνφευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ,χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντοαὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν·Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτεςθηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,