αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοιςθὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξεκέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴνθυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραισκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον,πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργωνὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ·τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸςκαμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ·ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτομαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμναχειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην,τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείραςἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξααὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιονθηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαιὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστηνευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφωἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαιςνωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς,ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην·ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσαςἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι,πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζονοὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον,μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείραςἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης.καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσανθηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳτμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαιαὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσινἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος,