πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣςλῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα.τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλονΕὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν.αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρηνἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρονεὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιοἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνιεὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃνευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι.ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖοφρασθῆναι δυνάμην οὐδʼ ὠρυγμοῖο πυθέσθαι.οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοιςφαινόμενος σπορίμοιο διʼ αὔλακος, ὅντινʼ ἐροίμην·ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν,πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι.ἤτοι ὁ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν,βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίταςαὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπονστήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον.αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθηνἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθʼ ἵκοιτο,καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνατηϋσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθενὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ.αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρεθαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσισκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε.τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλονἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός·μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός,ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως.τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς