ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον·ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσαςὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆςἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο·ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν,οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσεθηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις,κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος,οὐκ οἶδʼ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖοαὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην.ὣς κεῖνος ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν,εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος.ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήωνἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύειχειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει.εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν,ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί,εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπενοὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς.εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον·οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροιςἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος.τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον·οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντογλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθουΦυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη,καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος,ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ·Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ,αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρουὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντωνἈργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι·οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμαἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι.