ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνουβουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων,αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνουςἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαιζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε.ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντοκνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοιφοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη.ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντοἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοιἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσινοἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίηνἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρεςἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων,πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν,δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σθένεϊ ᾧἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρεςἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοιςβουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο.ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντοςαὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆιχρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃσκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίηςκλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσωὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶςμυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρωνΦυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺςἐστιχέτην, Φυλεύς τε βίη θʼ Ἡρακληείη.λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου,λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστοοὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα,τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιοΑὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα,