τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺςπαυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο·ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις,Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο·τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαοοὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον·ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος,αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο,αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπηςπάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι,Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίηνλειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τεεἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸςφαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος,κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασιχλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιοἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταιςδέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβονῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσινἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο,πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ.ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας,ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνουδίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼςἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες