οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖνμόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ.γαμβρὸς δʼ ἀθανάτων κεκλήσεται, οἳ τάδʼ ἐπῶρσανκνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.ἔσται δὴ τοῦτʼ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷκαρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρουἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον·καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντενυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τιςῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσαῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαιἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳπρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ·Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρονΤειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος.γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶνΕὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσεπυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος.ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρεςἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκταιδεινοὶ ἐν ἱμάντεσσιν, ἅ τʼ ἐς γαῖαν προπεσόντεςπάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶἉρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσωνθαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι·τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσανἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι,