Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθενκλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον.ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας·δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας·οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες,δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας.ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ.Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισιδμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆαθῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωναἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρωνκουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖινπατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπονξηρὸν ὑπαὶ δείους ἀκρόχλοον Ἰφικλῆα·Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖνανπαῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον·Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγονταἈλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν,καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,ἠνώγει. μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν,αἰδόμενος σύ με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαιἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω.τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως·θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα.θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι.ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμαχειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαιἈλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι.τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέρονταἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,