Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεναὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνωνἌργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖςδίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχονταἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν,κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαιδυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαιΚάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών,ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺςναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴςἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ.εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸςδέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ,δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτοςΔωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι.αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.