Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ ΜιδεᾶτιςἈλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα,ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν ΠτερελάουἈμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα·ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος.ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτοςὨρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον,τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρηκυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκονταςὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράωνεἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφωαἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν.ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη.ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνωκοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν,φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶνἩρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπταιοὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι.τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδαὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν·ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας,δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα·Ἄνσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν·ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς.οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοιπάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν.