κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς·οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα.κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι.ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος.γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω·τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον.Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχωἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν,τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ,τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθηνεκρός. ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεναὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθητὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷεἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλαγυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν,καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθενἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον·νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα.χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη.στέργετε δʼ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν.