οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαιςχεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο·ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες,βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον.αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω,χερσὶ τιτυσκόμενος. τοῦ δʼ ἄκρον τύψε γένειονΤυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν,σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼςἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθενἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειεχώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸςἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆςπαῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμαφοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν,ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε·ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου.τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺςπάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε,μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ,πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὁ πληγεὶςὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη.ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος·ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν.ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμααὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖςπᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲαἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὁ δʼ αἰεὶ πάσσονα γυῖαἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων.πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν;εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτηςφθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ.Ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργονσκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα,