λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς·στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτονσαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμονἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδωνχειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτοἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.χαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα;θάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν.θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν.ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης;τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις.μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει.ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν;εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς.πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος;………ὄμματά γʼ ὀρθὸςπὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης.ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφωσὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω.ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσιγινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ.Ἦ ῥʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατο κοίλην.οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστουςκόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες.ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάνταςΜαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.