κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸΤυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσωχαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼςΛυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃπαίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα.ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαντύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδαςμέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα·ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴνμάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν.χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοιςἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶΤυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν,Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός,ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας ἈχαιῶνἸλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς·ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.