μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο.τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε·ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι·ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖνἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες.ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμαπνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις.σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦνπείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴνεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι,Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηιὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθοςἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκουεἷς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρουςνυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούραςτάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν.τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο,ὣ γενεῇ προφέρεσκον· ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς,σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην·ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰςΚάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχονἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαιδοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτιςτεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή.πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειανΚάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺςτοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή.τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖραφάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρσκαιῷ· ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγεινὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας