δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνωνδεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα.ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶπλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ·ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος·λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες·αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃκεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶνἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον,ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼδοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγεἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος,γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας.ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος,ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν,ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας·δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαιςἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι;ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατραςτάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ·ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσινβουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσινἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις.ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιναὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ·οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικεμνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις,Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα,Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή·ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται