Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζεινχεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνακούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς,ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον,νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύονταἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου,ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχουςἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάνταεἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβροςνυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα,κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆαςαὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνηἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴφάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω,ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.Ἡ μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσαςἈργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα ΠόντουΒέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξτοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός.ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴνεὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκηςἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθενλάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντοἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι