(οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ,εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸνἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευονἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν.καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοιςπᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών.χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα,τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχοντὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα,πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.εἶθʼ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμʼ ἔνυξα,καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.ἤνυσα δʼ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἶχε δὲ δεῖμα,μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺςἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης.ἠρέμα δʼ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν,ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν.ταῦτά με κἀξήγειρε, τὺ δʼ ὦ ξένε λοιπὸν ἔρειδετὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.καὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθὺνχρύσεον ὡς ἴδες εὗρες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις,ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν,εἰ γάρ πᾳ κνώσσων ἔτʼ ἐτώσια ταῦτα ματεύσεις,μὴ σὺ θάνῃς λιμῷ καὶ τοῖς χρυσοῖσιν ὀνείροις.