Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδεινἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνοναἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖνκεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέληταὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος·νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφιοὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.οὐδεὶς δʼ αὖ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά,πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρεοὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰνθλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.ψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκοντῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι.Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρὸςαὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνονἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.ἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον.οὔ σε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστοςἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς.ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τιςκείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων,ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ·φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν.λέγε μοί ποτε νυκτὸςὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν