χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθηδειλαίας· τὸ δὲ κάλλος ἐτάκετο, κοὐδέ τι πομπᾶςτήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθονἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε,κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασαἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δὲ χρόνος ἄνυτο φεύγων.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσατήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρωνεἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησαἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ—φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα—πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳκνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξαςἕζετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θηνπρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,