ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε πότνια φωνέω·εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ,τόσσον ἔχοι λάθας, ὅσσόν ποκα Θησέα φαντὶἐν Δίᾳ λασθῆμεν ἐυπλοκάμω Ἀριάδνας.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ἱππομανὲς φυτόν ἐστι παρʼ Ἀρκάσι· τῷ δʼ ἐπὶ πᾶσαικαὶ πῶλοι μαίνονται ἀνʼ ὤρεα καὶ θοαὶ ἵπποι.ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαιμαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.τοῦτʼ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις,ὡγὼ νῦν τίλλοισα κατʼ ἀγρίῳ ἐν πυρὶ βάλλω.αἰαῖ Ἔρως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμαἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ.Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξοντᾶς τήνω φλιᾶς καθʼ ὑπέρτερον, ἇς ἔτι καὶ νύξ,καὶ λέγʼ ἐπιφθύζοισα· τὰ Δέλφιδος ὀστία μάσσω.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο;ἦνθʼ ἁ τῶὐβούλοιο κανηφόρος ἄμμιν Ἀναξὼἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλαθηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.καί μʼ ἁ Θευχαρίδα Θρᾷσσα τροφὸς ἁ μακαρῖτιςἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσετὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτοςὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα,κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.ἤδη δʼ εὖσα μέσον κατʼ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος,εἶδον ὁμοῦ Δέλφιν τε καὶ Εὐδάμιππον ἰόντας.τοῖς δʼ ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα,ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.