πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸςκαὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι·εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα·εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,πάντως κα πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν,καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθροναὔτως ἡμίφλεκτον· Ἔρως δʼ ἄρα καὶ Λιπαραίωπολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει.φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιοκαὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσανἀνέρος. ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴςχειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων.καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπαθερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ·χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα,ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γʼ ἐχθές,οὔτʼ ἐγὼ αὖ τήνῳ. ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίσταςμάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦςσάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποιἈῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι.κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται,κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός,οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτοςἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων,καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής·ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη,καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν·νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον.ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲλυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ.τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν,