πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί· πᾷ δὲ τὰ φίλτρα;στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα,ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδέποθʼ ἵκει,οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές.οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα;βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραναὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα,φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον,τᾷ χθονίᾳ θʼ Ἑκάτᾳ, τὰν καὶ σκύλακες τρομέοντιἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα.χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει.φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκηςμήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας.Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσεΘεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι;πάσσʼ ἅμα καὶ λέγε ταῦτα· τὰ Δέλφιδος ὀστία πάσσω.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναναἴθω· χὡς αὕτα λακεῖ μέγα καππυρίσασακἠξαπίνας ἅφθη, κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς,οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκʼ ἀμαθύνοι.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω,ὣς τάκοιθʼ ὑπʼ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις.χὡς δινεῖθʼ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας,ὣς τῆνος δινοῖτο ποθʼ ἁμετέραισι θύραισιν.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.νῦν θυσῶ τὰ πίτυρα. τὺ δʼ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδακινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται.ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκίον ὡς τάχος ἄχει.ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δʼ ἀῆται·ἁ δʼ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία,ἀλλʼ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν