τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσακηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶνδάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύσηκαὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳδεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸνθηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις;ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα ταλίκα ποιεῖς.