πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιοπλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρλαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τιςἀννείμῃ,) Δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί.χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ.Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμινεὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαιἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντεςκαὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸςἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.Ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.