οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς·τῶν πάντων Πτολεμαῖος ἀγήνωρ ἐμβασιλεύει.καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τεκαὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων.Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσισαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί,καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισταιπόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶακαὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας·τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκονπάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι.οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰςπεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸςθωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι·τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισιξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσεινοἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸςμυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων·ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι,πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις.οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶναςἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖονἀντʼ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴηὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα,ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες,ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος·