θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί,ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί.κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα,σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκαεὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖνκυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς.πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωταςπροσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.—Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεαμισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν ἈχιλῆαΑἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖεαἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνονἈντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν·ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντωννωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼςπαῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα,φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν·Ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περΔᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν,ἶσον Δωριέεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν.ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντιαἰδοῖοι βασιλῆες· ὁ δʼ ἔξοχος, ὅν κε φιλήσῃγεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶνλήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ·ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος,Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει.