μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονίαστειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς·ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντιἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίειμησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείωννυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ,ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε.ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη,οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου·ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃχεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλωνμνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητονφθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.