Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι,ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς·ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθωκαὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων.ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο,ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν·αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖνὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼνπαπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου.τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν,οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργονΛαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτοβουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκενἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳδέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼςἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιοἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος·ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι,χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας,ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας,ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδηνέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο,τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν,τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβηςὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκαἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι.τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρακόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ