ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι.αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνακούρη θʼ, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίωνεἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας,ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκαΣαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλονταςτέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν·ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις,δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας·ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοιμήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαιἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλινἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν·νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρωνἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναιλεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη.ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶκαὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχοςἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλουςθυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισανὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα.ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ ΜινύειονὈρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντωνθαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν.καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητὸνἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην.