θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος,ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντεςδειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέωνβάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺςὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωνταςΠριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶςπάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼνζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβὸςΕὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαιςἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾀόνι κύματα μετρεῖν,ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν.χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰηἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότηταπολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.δίζημαι δʼ, ὅτινι θνατῶν κεχαρισμένος ἔνθωσὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖςκουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς·πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι·ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ,ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴαςἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντιοἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν.ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦραἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν·ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι