αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳἀσπασίως, οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει;αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι,πολλά με τωθάζοισαι, ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον,ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,ἔνθʼ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται.τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;οὐκ οἶδʼ· οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖςαἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων.πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα·αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς.τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὅμηρος.οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸςκείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν·πολλοὺς δʼ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλωνἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃμειλίξαντʼ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖραςἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύαἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺςμόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκονποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν