ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιοεὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι·ὄχλος ἄθρως.ὠθεῦνθʼ ὥσπερ ὕες.θάρσει γύναι· ἐν καλῷ εἰμές.κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴηςἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός.φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ.κάλλιστʼ· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας.Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι,ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν.ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι,ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμʼ ὥνθρωπος.αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειταικλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται.παύσασθʼ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαιτρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις;ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν,ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες·δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη,πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.σίγη Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδεινἁ τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός,ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.φθεγξεῖταί τι σάφʼ οἶδα καλόν· διαθρύπτεται ἤδη.Δέσποινʼ, ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλασαςαἰπεινάν τʼ Ἐρύκαν, χρυσῷ παίζοισʼ Ἀφροδίτα·οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντοςμηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι.βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι.Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,