τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφʼ ἱστῶ;μὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶνἢ δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.τοῦτο κάλʼ εἶπες.τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμονἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος.δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι.ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.—ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαιχρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα,ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργὸςδαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί.ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴςΕὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν,τοὶ δʼ ἔβαν ἐς χώραν.καὐτὰ συναγείρομαι ἤδη.ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκωἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.ἐξ αὐλᾶς ὦ μᾶτερ;ἐγὼν ὦ τέκνα.παρενθεῖνεὐμαρές;ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται.χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἥρην.θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺΕὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς.πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη