ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός·τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖαἈρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοιςἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα.εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται,ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ,πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳδέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες,οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρωνπωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω.ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντοςαἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες.πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω,ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων·ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα.τὰν μὲν Κύπρις ἔχει, τὰν δʼ ὁ ῥοδόπαχυς Ἄδωνιςὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχʼ ὁ γαμβρός.οὐ κεντεῖ τὸ φίλημʼ, ἔτι οἱ περὶ χείλεα πυρρά.νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα·ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξωοἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα,λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαιστήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς·Ἕρπεις ὦ φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέρονταἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνωντοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως,οὔθʼ Ἕκτωρ Ἑκάβας ὁ γεραίτερος εἴκατι παίδων,οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών,οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί·ἵλαθι νῦν φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ εὐθυμήσαις.καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς.Πραξινόα, τὸ χρῆμα σοφώτερον ἁ θήλεια.ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας.