ἔνδοι Πραξινόα;Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι.θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ.ἔμβαλε καὶ ποτίκρανον.ἔχει κάλλιστα.καθίζευ.ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθηνΠραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων.παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς.ταῦθʼ ὁ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼνἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμεςἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα,τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ.θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.καλὸς ἀπφῦς.ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θηνπάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδωνἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας·ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ.ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίωθασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τικοσμεῖν τὰν βασίλισσαν.ἐν ὀλβίω ὄλβια πάντα.ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.ἕρπειν ὥρα κʼ εἴη.ἀεργοῖς αἰὲν ἑορτά.Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτεθὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν·κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ.ἁ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε.ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρʼ αὐτάν.Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα