ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσαθάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι.μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼνἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν·ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήναἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον.αἶνός θην λέγεταί τις· ἔβα τάχα ταῦρος ἀνʼ ὕλαν.εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι,σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες,ἐξ ὧ ἀπʼ ἀλλάλων. οὐδʼ εἰ Θρᾳκιστὶ κέκαρμαι,οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται.ἄμμες δʼ οὔτε λόγω τινὸς ἄξιοι οὔτʼ ἀριθμητοί,δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ.κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι.νῦν δὲ πόθεν; μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας.χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,οὐκ οἶδα. πλὰν Σῖμος ὁ τᾶς Ἐπιχάλκω ἐρασθεὶςἐκπλεύσας ὑγιὴς ἐπανῆλθʼ, ἐμὸς ἁλικιώτας.πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστοςοὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας.ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμειςΑἰσχίνα. εἰ δʼ οὑτῶς ἄρα τοι δοκεῖ ὥστʼ ἀποδαμεῖν,μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος,τἄλλα δʼ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος;εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντʼ ἔτι μᾶλλον,πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύωνοἷα χρὴ βασιλῆʼ· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶΑἰσχίνα. ὥστʼ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκειλῶπος ἄκρον περονᾶσθαι, ἐπʼ ἀμφοτέροις δὲ βεβακὼςτολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθαπάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπειλευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν.