χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον.ἀλλὰ τὺ ταὐτά,Αἰσχίνα.ὡς χρόνιος.χρόνιος; τί δέ τοι τὸ μέλημα;πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε.ταῦτʼ ἄρα λεπτός,χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δʼ ἔφατʼ ἦμεν.ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.παίσδεις ὦγάθʼ ἔχων· ἐμὲ δʼ ἁ χαρίεσσα Κυνίσκαὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.τοιοῦτος μὲν ἀεὶ τὺ φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς,πάντʼ ἐθέλων κατὰ καιρόν· ὅμως δʼ εἶπον, τί τὸ καινόν.ὡργεῖος κἠγὼ καὶ ὁ Θεσσαλὸς ἱπποδιώκταςἎπις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώταςἐν χώρῳ παρʼ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼςθηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖςεὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ.βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς.ἤδη δὲ προϊόντος, ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατονὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·ἁ δʼ οὐδὲν παρεόντος ἐμεῦ. τίνʼ ἔχειν με δοκεῖς νοῦν;οὐ φθεγξῇ; λύκον εἶδες· ἔπαιξέ τις. ὡς σοφός εἶπε,κἠφᾶπτʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας.ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν.τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς·οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς,Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκαἔκλαιʼ ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶπαρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρραςἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλωςἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;