κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντονκαὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,Nύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια,ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸνβάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησενἈργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις·κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος.νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαιδακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξακαὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.τρὶς μὲν Ὕλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός·τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†,νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖςἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαιςπαῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον.σχέτλιοι οἱ φιλέοντες· ἀλώμενος ὅσσʼ ἐμόγησενοὔρεα καὶ δρυμούς, τὰ δʼ Ἰήσονος ὕστερα πάντʼ ἦς.ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων,ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρονἩρακλῆα μένοντες. ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρειμαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀμιθρεῖται·Ἡρακλέην δʼ ἥρωες ἐκερτόμεον λιποναύταν,οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ,πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.