οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες,Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν,οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,τῶ χαρίεντος Ὕλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο,οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ,ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας ἸήσωνΑἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντοπασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,σὺν δʼ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν—αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτοςἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς ἈργὼἙλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶναὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντοδειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.κᾤχεθʼ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶναὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησενἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,