ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷονεὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τιςεἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός.Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμινἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς.σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον·ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ,καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνειτὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ.κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν·μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωταμυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ.